Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.173 Joseph. AJ 11.178 (English) >>Joseph. AJ 11.183

11.176τὸν δὲ Νεεμίαν οὐδὲν τούτων ἐξέστησεν τῆς σπουδῆς τῆς περὶ τὸ ἔργον, ἀλλὰ στῖφός τι φυλακῆς ἕνεκα τοῦ σώματος περιβαλλόμενος ἀτρύτως ὑπέμενεν, ὑπὸ τῆς περὶ τὸ ἔργον ἐπιθυμίας ἀναισθητῶν καὶ τῆς ταλαιπωρίας. οὕτως δὲ καὶ συντεταμένως καὶ προνοητικῶς αὐτοῦ τῆς σωτηρίας εἶχεν οὐχὶ φοβούμενος τὸν θάνατον, ἀλλὰ πεπεισμένος, ὅτι μετὰ τὴν αὐτοῦ τελευτὴν οὐκέτʼ αὐτοῦ τοῖς πολίταις ἀναστήσεται τὰ τείχη. 11.177ἐκέλευσεν δὲ ἑξῆς τοὺς οἰκοδομοῦντας ὅπλα περιζωννυμένους ἐργάζεσθαι, καὶ μὲν οἰκοδόμος μάχαιραν εἶχεν καὶ τὴν ὕλην παρακομίζων, θυρεοὺς δʼ ἔγγιστα αὐτῶν ἐκέλευσεν κεῖσθαι καὶ σαλπιγκτὰς ἀπὸ πεντακοσίων ἔστησεν ποδῶν προστάξας, ἂν ἐπιφανῶσιν οἱ πολέμιοι, τοῦτο σημῆναι τῷ λαῷ, ἵνʼ ὁπλισάμενοι μάχωνται καὶ μὴ γυμνοῖς αὐτοῖς ἐπιπέσωσιν. 11.178αὐτὸς δὲ νύκτωρ περιήρχετο τῆς πόλεως τὸν κύκλον οὐδὲν κάμνων οὔτε τοῖς ἔργοις οὔτε τῇ διαίτῃ οὔτε τοῖς ὕπνοις· οὐδενὶ γὰρ τούτων πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀνάγκην ἐχρῆτο. 11.179καὶ ταύτην ὑπέμεινε τὴν ταλαιπωρίαν ἐπὶ ἔτη δύο καὶ μῆνας τέσσαρας· ἐν τούτῳ γὰρ τῷ χρόνῳ τοῖς Ἱεροσολύμοις ἀνῳκοδομήθη τὸ τεῖχος, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει μηνὶ ἐνάτῳ. 11.180τέλος δὲ τῶν τειχῶν λαβόντων Νεεμίας καὶ τὸ πλῆθος ἔθυσαν τῷ θεῷ ὑπὲρ τῆς τούτων οἰκοδομίας καὶ διῆγον ἐφʼ ἡμέρας ὀκτὼ εὐωχούμενοι. τὰ μὲν οὖν ἔθνη τὰ ἐν τῇ Συρίᾳ κατῳκημένα τῆς τῶν τειχῶν οἰκοδομίας πέρας ἔχειν ἀκουσθείσης ἐδυσφόρει.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.173 Joseph. AJ 11.178 (English) >>Joseph. AJ 11.183

Powered by PhiloLogic